spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 857102
    • Gender:Male
  • point d’amour
ῥύπος περιηργυρωμένοςsilver-plated filth
ῥύπος ἠργυρωμένος
Schmutz in Silber gefaßt

Όπως θα λέγαμε τενεκές ξεγάνωτος ή απέξω κούκλα και από μέσα πανούκλα.

γένοιτο, ἀπεκρίνατο, ὅτι ἥκιστα δόξης φροντίζων τῶν δὲ λογικῶν εἴδη δύο, ἀποφαντικὸν καὶ ἀποκριτικόν· του δὲ ἀποφαντικοῦ αἱ μέν εἰσι καθʼ ἑκούσιον ἀπόφασιν, οἷον Ἰσοκράτης ὁ σοφιστὴς τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγεν εἶναι αἱ δὲ κατὰ περίστασιν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον πλούσιον ἀπαίδευτον εἶπεν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος· οὐ γὰρ ὁ Διογένης ἁπλῶς ἀπεφήνατο, ἀλλ ἐξ ὧν εἶδεν ἔτι καὶ τοῦ ἀποκριτικοῦ εἰσιν εἴδη τέσσαρα, τό τε κατ ἐρώτησιν, καὶ τὸ κατὰ πύσμα, καὶ τὸ κατ ἐρώτησιν αἰτιῶδες, καὶ τὸ ὁμωνύμως τῷ γένει λεγόμενον ἀποκριτικόν. διαφέρει δὲ τοῦ πύσματος ἡ ἐρώτησις, ὅτι πρὸς μὲν τὴν ἐρώτησιν συγκαταθέσθαι δεῖ μόνον ἢ ἀρνήσασθαι, οἷον ἀνανεῦσαι ἢ κατανεῦσαι, ἢ διά γε τοῦ ναὶ ἢ οὒ ἀποκρίνασθαι, τὸ δὲ πύσμα μακροτέραν ἀπαιτεῖ τὴν ἀπόκρισιν· κατ ἐρώτησιν μὲν οὖν ἐστιν, οἷον Πιττακὸς ὁ Μιτυληναῖος ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, εἶπεν, οὒ οὐδὲ διανοούμενος.
Aelius Theon, Προγυμνάσματα, Progymnasmata

Βλέπε επίσης:
ῥύπος γυνὴ πέφυκεν ἠργυρωμένος → woman is silver-plated dirt, woman is dirt covered with silver
argento sordes illitas puta mulierem → ῥύπος γυνὴ πέφυκεν ἠργυρωμένος [Menander Monostichoi 469]
« Last Edit: 31 Mar, 2024, 20:43:33 by spiros »
Look up Multiple Greek, Ancient Greek and Latin dictionaries — Οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, διὰ τοῦτο καὶ πολύφωνον (Plutarch)


 

Search Tools