οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν –> the barbarians, exhausted by unremitting intercourse, fell asleep

spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 854551
    • Gender:Male
  • point d’amour
οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν –> the barbarians, exhausted by unremitting intercourse, fell asleep

ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, 1 ἐν αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν : ὡς Δοσίθεος 2 ἐν τρίτῳ Λυδιακῶν. Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας, κοπωθέντες 3 οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. ἡ δὲ Ῥητᾶνα αὕτη γὰρ ἦν ἡ τοῦτο συμβουλεύσασα ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις οἱ δ᾽ ἐπελθόντες; ἐνίκησαν. ἀφ᾽ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται:
Plutarch,  Parallela minora, stephpage 313a


 

Search Tools