τὸ ζῷον τοῦτο οὐ μονῆρες καὶ αὐθέκαστον, ἀλλὰ κοινωνικὸν καὶ πολιτικόν –> this animal is not solitary and self-sufficient, but social and political

spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 835125
    • Gender:Male
  • point d’amour
κὸς καὶ ὁ Βίας καὶ ὁ Κλεόβουλος ἀνερρήθησαν σοφοὶ παρὰ τῶν τότε ἀνθρώπων, οὐχ ὅτι συλλογισμοὺς ἔστρεφον ἄνω καὶ κάτω, οὐδὲ ὅτι περὶ τῶν ἰδεῶν διελέγοντο,  οὐδ' ὅτι τοὺς ἐγκεκαλυμμένους ἀνεκάλυπτον καὶ τοὺς κερατίνας, σοφίσματα δυσμήχανα καὶ κακοῦργα, καὶ ὧν χαλεπὴ μὲν ἡ εὕρεσις, ἀχρεῖος δὲ ἡ ἐπιστήμη, ἀλλ' οὐδὲ ὅτι τὸν ἥλιον ἀνεμετροῦντο, οὐδὲ ὅτι τῆς σελήνης ἐγνωμάτευον τὴν πορείαν, ἀλλ' ὅτι νόμους ἐτίθεσαν καὶ τὸ  ποιητέον καὶ τὸ μὴ ποιητέον ἐδίδασκον, καὶ τί μὲν αἱρεῖσθαι προσήκει, τί δὲ ἀποφυγγάνειν, καὶ ὅτι τὸ ζῷον τοῦτο οὐ μονῆρες καὶ αὐθέκαστον, ἀλλὰ κοινωνικὸν καὶ πολιτικόν, καὶ διὰ τοῦτο αὐτῷ καὶ πατρίδος ἐπιμελεῖσθαι προσήκει καὶ νόμων καὶ πολιτείας.

— Themistius Phil., Rhet., Πρὸς τοὺς αἰτιασαμένους ἐπὶ τῷ δέξασθαι τὴν ἀρχήν (2001: 034) “Themistii orationes quae supersunt, vol. 2”, Ed. Schenkl, H., Downey, G., Norman, A.F., Leipzig: Teubner, 1971. Section 3, line 12


 

Search Tools