οὐ γὰρ γίνονται ἐκπλήξιες τῆς γνώμης οὔτε μετάστασις ἰσχυρὴ τοῦ σώματος –> therefore, they experience no mental anxiety and no physical shocks

spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 833882
    • Gender:Male
  • point d’amour
οὐ γὰρ γίνονται ἐκπλήξιες τῆς γνώμης οὔτε μετάστασις ἰσχυρὴ τοῦ σώματος –>  therefore, they experience no mental anxiety and no physical shocks


καὶ περὶ μὲν τῆς φύσιος τῆς διαφορῆς καὶ τῆς μορφῆς τῶν ἐν τῇ Ἀσίῃ καὶ τῇ Εὐρώπῃ οὕτως ἔχει. περὶ δὲ τῆς ἀθυμίης τῶν ἀνθρώπων καὶ τῆς ἀνανδρείης, ὅτι ἀπολεμώτεροί εἰσι τῶν Εὐρωπαίων οἱ Ἀσιηνοὶ καὶ ἡμερώτεροι τὰ ἤθεα αἱ ὧραι αἴτιαι μάλιστα, οὐ μεγάλας τὰς μεταβολὰς ποιεύμεναι οὔτε ἐπὶ τὸ θερμὸν οὔτε ἐπὶ τὸ ψυχρόν, ἀλλὰ παραπλησίως. οὐ γὰρ γίνονται ἐκπλήξιες τῆς γνώμης οὔτε μετάστασις ἰσχυρὴ τοῦ σώματος, [10] ἀφ᾽ ὅτων εἰκὸς τὴν ὀργὴν ἀγριοῦσθαί τε καὶ τοῦ ἀγνώμονος καὶ θυμοειδέος μετέχειν μᾶλλον ἢ ἐν τῷ αὐτῷ αἰεὶ ἐόντα. αἱ γὰρ μεταβολαί εἰσι τῶν πάντων αἱ ἐπεγείρουσαι τὴν γνώμην τῶν ἀνθρώπων καὶ οὐκ ἐῶσαι ἀτρεμίζειν. διὰ ταύτας ἐμοὶ δοκεῖ τὰς προφάσιας ἄναλκες εἶναι τὸ γένος τὸ Ἀσιηνὸν καὶ προσέτι διὰ τοὺς νόμους. τῆς γὰρ Ἀσίης τὰ πολλὰ βασιλεύεται. ὅκου δὲ μὴ αὐτοὶ ἑωυτῶν εἰσι καρτεροὶ οἱ ἄνθρωποι μηδὲ αὐτόνομοι, ἀλλὰ δεσπόζονται, οὐ περὶ τούτου [20] αὐτοῖσιν ὁ λόγος ἐστίν, ὅκως τὰ πολέμια ἀσκήσωσιν, ἀλλ᾽ ὅκως μὴ δόξωσι μάχιμοι εἶναι. οἱ γὰρ κίνδυνοι οὐχ ὁμοῖοί εἰσι.


That is all I have to say about the differences in nature and shape between the inhabitants of Asia and Europe. There is more to be said about the faint-heartedness and cowardice of Asians. Asians are less warlike than the peoples of our part of the world. The reason is, of course, the climate. There are no great shifts in the weather, which is neither hot nor cold, but temperate. Therefore, they experience no mental anxiety and no physical shocks. Such shocks enflame the temper and increase recklessness and passion more so than constant sameness. As a result, it seems to me that Asian races are feeble. Their laws only add to this condition. Asians live mostly under kings. Where men neither rule themselves nor are autonomous, but are subjects to a despot, there is no self-interest in appearing warlike. On the contrary, it benefits them more to seem the opposite since their dangers are not the same as those who self-govern.



Hippocrates Airs, Waters, Places 16, trans. R. Kennedy


 

Search Tools