λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυρίσι προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας → its branches attached to doors or windows are said to repel the evil of spells

spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 832351
    • Gender:Male
  • point d’amour
λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυρίσι προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας → its branches attached to doors or windows are said to repel the evil of spells

Si dice che i suoi rami attaccati su porte o finestre respingano i malefici degli incantesimi

ῥάμνος θάμνος ἐστὶ περὶ φραγμοὺς φυόμενος, ῥάβδους ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα ‹δ'› ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα παρὰ ταύτην λευκοτέρα, ἔστι [δὲ] καὶ τρίτη μελάντερα ἔχουσα τὰ φύλλα καὶ πλατύτερα σὺν τῷ ἠρέμα ἐρυθραίνεσθαι, ῥάβδους μακρὰς πήχεων ὡς πέντε καὶ μᾶλλον ἀκανθώδεις· ἧττον δὲ στερεὰς καὶ ἐπάκμους ἔχει τὰς ἀκάνθας. καρπὸς δὲ πλατύς, λεπτός, ὡς θυλακώδης, ἐοικὼς σφονδύλῳ.

ποιεῖ δὲ πασῶν τὰ φύλλα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καταπλασσόμενα. λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυρίσι προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας.
Dioscorides-De materia medica I
(PDF) FARMACI ED AMULETI: AI CONFINI DEL RAZIONALE NELLA MEDICINA ANTICA | Fausti Daniela - Academia.edu
https://repository.ubn.ru.nl/bitstream/handle/2066/234942/234942.pdf?sequence=1&isAllowed=y


 

Search Tools