Translation - Μετάφραση

Translation Assistance => Other language pairs => Ancient Greek->English translation forum => Topic started by: spiros on 09 Jul, 2021, 18:15:14

Title: ἀσελγόπυγος → sodomite, sodomitess, person who has anal sex, woman who has anal sex;
Post by: spiros on 09 Jul, 2021, 18:15:14
ἀσελγόπυγος

Ἣ Ἀφροδίτη οἴκοις Ἑρμοῦ τοῦ Ἑρμοῦ κακῶς κειμένου παιδεραστὰς ποιεῖ. ὁ κλῆρος τοῦ γάμου οἴκοις Ἑρμοῦ, τοῦ Ἑρμοῦ ἐν ἀρσενικῷ ἐπικέντρου ὄντος, τὸ αὐτὸ ποιεῖ. Ἄρης καὶ Ἑρμῆς ἐναλλάξαντες τοὺς ἀλλήλων οἴκους ἢ τετραγωνιζοντες ἀλλήλους ἢ διαμετροῦντες παιδεραστὰς ποιοῦσιν. ἡ Ἀφροδίτη Αἰγοκέρωτι ἢ Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Ταύρῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένη ἀσελγεῖς ποιεῖ, μάλιστα ὕπαυγος. ἡ Ἀφροδίτη οἴκοις Κρόνου ἢ Ἄρεως ὑπ' αὐτῶν θεωρουμένη ἀσελγεῖς ποιεῖ. ἡ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Ἄρης θεωρήσαντες ἀλλήλους ἀσελγεῖς ποιοῦσι. ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν τῷ δύνοντι τὰς μὲν γυναίκας ἀσελγεῖς ποιοῦσι, τοὺς δὲ ἄνδρας μαλακούς, πλέον δὲ εἰ καὶ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρηθῶσιν. ὁ Ἥλιος καὶ ἡ Σελήνη πρὸς ἀλλήλους τρίγωνοι μοιχικοὺς, πολυτόλμους ποιοῦσι τοὺς ἄνδρας, μάλιστα δὲ τὰς γυναῖκας. ἡ Ἀφροδίτη ὑπὸ γῆν ἐν ἀρσενικοῖς ζῳδίοις πολυψόγους γυναῖκας ποιεῖ• ἐὰν δὲ στηρίζῃ, μαλακούς. ὁ Ἄρης τὴν Ἀφροδίτην ἰσομοίρως θεωρῶν κατὰ τρίγωνον ἢ τετράγωνον ἢ διαμετρον ἐν τροπικοῖς ζῳδίοις καὶ ἀλλήλων τὰ δωδεκατημόρια ὑποδεξάμενοι ἢ ἐπιθεωρήσαντες, ποιοῦσι μεθυστάς, μοιχούς, ἀναστάτους• εἰ δὲ Κρόνος ἐπιθεωρήσῃ, ποιεῖ κιναίδους, ἀσελγεῖς, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις. ἡ Ἀφροδίτη ἐν τῷ ἕκτῳ παιδεραστὰς ποιεῖ• ἡ Ἀφροδίτη ἐν τῷ ἐννάτῳ κακίστη πρὸς γάμον τοῖς ἀνδράσιν, ταῖς δὲ γυναιξὶν ἀγαθή. ὁ Ἄρης ἐν τῷ ἐννάτῳ κακὸς ὑπάρχει. ἡ Σελήνη δὲ ὡροσκοποῦσα καὶ ἡ Ἀφροδίτη ἐν τετραπόδοις ζῳδίοις τὰς μὲν γυναίκας ἀσελγοπύγους ποιοῦσιν, τοὺς δὲ ἄνδρας λείκτας καὶ αἰσχροποιούς.
— Catalogus Codicum Astrologorum Graecorum (CCAG) VIII 4, p. 195.12-14
Δ. Ρητορίου, Πινακική επίσκεψις και αποτελέσματα του πίνακος της δωδεκατόπου - Βικιθήκη (https://el.wikisource.org/wiki/%CE%94._%CE%A1%CE%B7%CF%84%CE%BF%CF%81%CE%AF%CE%BF%CF%85,_%CE%A0%CE%B9%CE%BD%CE%B1%CE%BA%CE%B9%CE%BA%CE%AE_%CE%B5%CF%80%CE%AF%CF%83%CE%BA%CE%B5%CF%88%CE%B9%CF%82_%CE%BA%CE%B1%CE%B9_%CE%B1%CF%80%CE%BF%CF%84%CE%B5%CE%BB%CE%AD%CF%83%CE%BC%CE%B1%CF%84%CE%B1_%CF%84%CE%BF%CF%85_%CF%80%CE%AF%CE%BD%CE%B1%CE%BA%CE%BF%CF%82_%CF%84%CE%B7%CF%82_%CE%B4%CF%89%CE%B4%CE%B5%CE%BA%CE%B1%CF%84%CF%8C%CF%80%CE%BF%CF%85)