Εὐφρανθεὶς συνεχῶς, γελάσας παίξας τε τρυφήσας, καὶ ψυχὴν ἱλαρῶς πάντων τέρψας ἐν ἀοιδαῖς, οὐδένα λυπήσας, οὐ λοίδορα ῥήματα πέμψας, ἀλλὰ φίλος Μουσῶν, Βρομίου Παφίης τε βιώσας, ἐξ Ἀσίης ἐλθὼν Ἰταλῇ χθονὶ ἐνθάδε κεῖμαι ἐν φθιμένοις νέος ὤν, τοὔνομα Μηνόφιλος.
| I always made merry, laughed, joked, and revelled, and cheerfully delighted everyone’s soul with my poetry. I did not harm anyone, nor did I address abusive words, but lived dear to the Muses, to Bacchus, and to the Paphian. Coming from Asia, here in the land of Italy I lie, young among the deceased. Menophilus was my name.
|