τῷ ξίφει ... τὸν δεσμὸν ... λελύσθαι (Arrian, Alexandri Anabasis 2.3.1-8

spiros · 2 · 1664

spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 812536
    • Gender:Male
  • point d’amour
I can see τω ξίφει τον δεσμόν λελύσθαι on the Web, but the source I find is different:

Ἀλέξανδρος δὲ ὡς ἐς Γόρδιον παρῆλθε, πόθος λαμβάνει αὐτὸν τὴν ἅμαξαν ἰδεῖν τὴν Γορδίου καὶ τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν. Πρὸς δὲ δὴ ἄλλοις καὶ τόδε περὶ τῆς ἁμάξης ἐμυθεύετο, ὅστις λύσειε τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν, τοῦτον χρῆναι ἄρξαι τῆς Ἀσίας. Ἦν δὲ ὁ δεσμὸς ἐκ φλοιοῦ κρανίας καὶ τούτου οὔτε τέλος οὔτε ἀρχὴ ἐφαίνετο. Ἀλέξανδρος δὲ ὡς ἀπόρως μέν εἶχεν ἐξευρεῖν λύσιν τοῦ δεσμοῦ, ἄλυτον δὲ περιιδεῖν οὐκ ἤθελε, μὴ τινα καὶ τοῦτο εἰς τοὺς πολλοὺς κίνησιν ἐργάσηται, παίσας τῷ ξίφει διέκοψε τὸν δεσμὸν καὶ λελύσθαι ἔφη. Ἀπηλλάγη δ' οὖν ἀπὸ τῆς ἁμάξης αὐτὸς τε καὶ οἱ ἀμφ' αὐτὸν ὡς τοῦ λογίου τοῦ ἐπὶ τῇ λύσει τοῦ δεσμοῦ ξυμβεβηκότος. Καὶ γὰρ καὶ τῆς νυκτὸς ἐκείνης βρονταὶ τε καὶ σέλας ἐξ οὐρανοῦ ἐπεσήμηναν∙ καὶ ἐπὶ τούτοις ἔθυε τῇ ὑστεραίᾳ Ἀλέξανδρος τοῖς φήνασι θεοῖς τὰ τε σημεῖα καὶ τοῦ δεσμοῦ τὴν λύσιν.


Η λύση του γόρδιου δεσμού, Ἀρριανοῦ, Ἀλεξάνδρου Ἀνάβασις, 2.3.1-8
« Last Edit: 26 Apr, 2011, 02:53:23 by billberg23 »


billberg23

  • Moderator
  • Hero Member
  • *****
    • Posts: 6005
    • Gender:Male
  • Words ail me.
Plutarch, Life of Alexander 18.2-4:
καὶ Γόρδιον πόλιν, ἑστίαν Μίδου τοῦ παλαιοῦ γενέσθαι λεγομένην, παραλαβών, τὴν θρυλουμένην ἅμαξαν εἶδε, φλοιῷ κρανείας ἐνδεδεμένην, καὶ λόγον ἐπ' αὐτῇ πιστευόμενον ὑπὸ τῶν βαρβάρων ἤκουσεν, ὡς τῷ λύσαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γενέσθαι τῆς οἰκουμένης. οἱ μὲν οὖν πολλοί φασι, τῶν δεσμῶν τυφλὰς ἐχόντων τὰς ἀρχὰς καὶ δι' ἀλλήλων πολλάκις σκολιοῖς ἑλιγμοῖς ὑποφερομένων, τὸν Ἀλέξανδρον ἀμηχανοῦντα λῦσαι, διατεμεῖν τῇ μαχαίρᾳ τὸ σύναμμα, καὶ πολλὰς ἐξ αὐτοῦ κοπέντος ἀρχὰς φανῆναι. Ἀριστόβουλος δὲ καὶ πάνυ λέγει ῥᾳδίαν αὐτῷ γενέσθαι τὴν λύσιν, ἐξελόντι τοῦ ῥυμοῦ τὸν ἕστορα καλούμενον, ᾧ συνείχετο τὸ ζυγόδεσμον, εἶθ' οὕτως ὑφελκύσαντι τὸν ζυγόν.— "But Aristoboulos says the solution came quite easily to him when he lifted the peg (called the hestor) by which the yoke-band was tied to the pole off the pole, and thus loosened the yoke."  That is, Alexander was thus able to expose the two ends of the knot (τῶν δεσμῶν τυφλὰς ἐχόντων τὰς ἀρχὰς) and untie it, so he didn't have to use his sword.
« Last Edit: 26 Apr, 2011, 03:07:08 by billberg23 »



 

Search Tools