επί το έργον, επί το έργο ή επί τω έργω (ἐπὶ τῷ ἔργῳ); -> επί το έργον

banned13 · 18 · 102997

spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 814093
    • Gender:Male
  • point d’amour

valeon

  • Hero Member
  • *****
    • Posts: 13956
    • Gender:Male
  • Κώστας Βαλεοντής <Φυσική, Tηλ/νίες, ΙΤ, Ορολογία>
Η φράση "επί το έργον" είναι η πιο διαδεδομένη. Αυτήν ήξερα κι εγώ από παλιά. Η σύνταξη "επί τω έργω", όμως, είναι επίσης σωστή (μια ματιά στον Θησαυρό της Ελληνικής Γλώσσας - TLG - δείχνει την ύπαρξη και συχνή χρήση της).

Δεν θα θεωρούσα λάθος το "επί το έργο" (δηλαδή την παράλειψη του ν), αλλά και δεν θα προτιμούσα την χρήση του, γιατί έχω την άποψη ότι:

Οι αυτούσιες φράσεις της αρχαίας που χρησιμοποιούνται και σήμερα καλό είναι να είναι σύμφωνες με την γραμματική και το συντακτικό τους, χωρίς αυτό να σημαίνει ότι είναι λάθος εκείνες που έχουν "απλοποιηθεί" και προσαρμοστεί "εν μέρει" στο τυπικό της δημοτικής π.χ.:

υπ' όψιν, κατ' ανάγκην, κατά συνθήκην, κατ' επανάληψιν, κατ' ιδίαν, παρά φύσιν, ...

αλλά και:
 
υπ' όψη / υπόψη, κατ' ανάγκη, κατά συνθήκη, κατ' επανάληψη, ...



spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 814093
    • Gender:Male
  • point d’amour
Ευχαριστώ!

Herodianus Hist., Ab excessu divi Marci Book 7, chapter 1, section 11, line 1
ὃ δὲ ἥσθη μὲν ἐπὶ τῷ ἔργῳ, στερηθεὶς δὲ πολεμίου, ὡς ᾤετο

Xenophon Hist., Hiero Chapter 2, section 15, line 5
αἱ μὲν γὰρ πόλεις δήπου ὅταν κρατήσωσι μάχῃ τῶν ἐναντίων, οὐ ῥᾴδιον εἰπεῖν ὅσην μὲν ἡδονὴν ἔχουσιν ἐν τῷ τρέψασθαι τοὺς πολεμίους, ὅσην δ' ἐν τῷ διώκειν, ὅσην δ' ἐν τῷ ἀποκτείνειν τοὺς πολεμίους, ὡς δὲ γαυροῦνται ἐπὶ τῷ ἔργῳ, ὡς δὲ δόξαν λαμπρὰν ἀναλαμβάνουσιν, ὡς δ' εὐφραίνονται τὴν πόλιν νομίζοντες ηὐξηκέναι.

Xenophon Hist., Hiero Chapter 2, section 17, line 4
ὁ δὲ τύραννος ὅταν ὑποπτεύσῃ καὶ αἰσθανόμενος τῷ ὄντι ἀντιπραττομένους τινὰς ἀποκτείνῃ, οἶδεν ὅτι οὐκ αὔξει ὅλην τὴν πόλιν, ἐπίσταταί τε ὅτι μειόνων ἄρξει, φαιδρός τε οὐ δύναται εἶναι οὐδὲ μεγαλύνεται ἐπὶ τῷ ἔργῳ, ἀλλὰ καὶ μειοῖ καθ' ὅσον ἂν δύνηται τὸ γεγενημένον, καὶ ἀπολογεῖται ἅμα πράττων ὡς οὐκ ἀδικῶν πεποίηκεν.

Flavius Arrianus Hist., Phil., Alexandri anabasis Book 2, chapter 7, section 7, line 4
ἐπὶ τούτοις δὲ τῶν τε ἐς τὸ κοινὸν ξὺν λαμπρότητι ἤδη πεπραγμένων ὑπεμίμνησκεν καὶ εἰ δή τῳ ἰδίᾳ τι διαπρεπὲς ἐς κάλλος τετολμημένον, ὀνομαστὶ ἕκαστον ἐπὶ τῷ ἔργῳ ἀνακαλῶν.

Flavius Arrianus Hist., Phil., Tactica Chapter 44, section 3, line 1
καὶ τάφρον δὲ διαπηδᾶν μελετῶσιν αὐτοῖς οἱ ἵπποι καὶ τειχίον ὑπεράλλεσθαι, καὶ ἑνὶ λόγῳ, οὐκ ἔστιν ὅ τι Ῥωμαίοις τῶν τε παλαιῶν ἐπιτηδευμάτων, ὅ τι περ ἐκλελειμμένον, οὐκ ἐξ ὑπαρχῆς ἐπασκεῖται, καὶ ὅσα ἤδη προσεξεύρηται ἐκ βασιλέως, τὰ μὲν ἐς κάλλος τὰ δὲ ἐς ὀξύτητα, τὰ δὲ ἐς ἔκπληξιν τὰ δὲ ἐς χρείαν τὴν ἐπὶ τῷ ἔργῳ.

Flavius Arrianus Hist., Phil., Fragmenta de rebus physicis Section 3, line 68
τούτων ξυμπάντων οἱ μὲν λαμπροὶ <ἀργῆτες>, ὅσοι δὲ καται
θαλώσαντες τὰ πελάσαντά σφισιν ἐπαύσαντο, οὗτοι δὲ ‖ <ψολόεντες>ἐπὶ τῷ ἔργῳ ἐκλήθησαν.

Dionysius Halicarnassensis Hist., Rhet., Antiquitates Romanae Book 6, chapter 92, section 5, line 1
οἱ δ' αἰδεσθέντες ἐπὶ τῷ ἔργῳ ἀνέστρεφον αὖθις καὶ τοῖς καθ' ἑαυτοὺς ἐπέκειντο παίοντες καὶ διώκοντες, καὶ δι' ὀλίγου χρόνου τοὺς συμπλακέντας ἕκαστοι τρεψάμενοι προσέκειντο τοῖς τείχεσι· καὶ ὁ Μάρκιος θρασύτερον ἤδη κινδυνεύων προσωτέρω μᾶλλον ἐχώρει καὶ πρὸς αὐταῖς γενόμενος ταῖς πύλαις συνεισέπιπτε τοῖς φεύγουσιν εἰς τὸ τεῖχος.

Dionysius Halicarnassensis Hist., Rhet., Antiquitates Romanae Book 8, chapter 63, section 4, line 7
ἀφικόμενοι δ' εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι· καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθ' ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν.

Dionysius Halicarnassensis Hist., Rhet., Antiquitates Romanae Book 9, chapter 8, section 3, line 4
ὡς γὰρ ἤρξαντο τὰς ἐξόδους τοῦ χάρακος ἀποταφρεύειν τε καὶ ἀποσταυροῦν οἱ πολέμιοι, δυσανασχετήσαντες οἱ Ῥωμαῖοι ἐπὶ τῷ ἔργῳ, τέως μὲν κατ' ὀλίγους, ἔπειτ' ἀθρόοι συντρέχοντες ἐπὶ τὰς σκηνὰς τῶν ὑπάτων ἐκεκράγεσάν τε καὶ προδοσίαν αὐτοῖς ἐνεκάλουν, καὶ εἰ μή τις ἡγήσεται σφίσι τῆς ἐξόδου, δίχα ἐκείνων αὐτοὶ τὰ ὅπλα ἔχοντες ἐπὶ τοὺς πολεμίους ἔλεγον ἐξελεύσεσθαι.

Pausanias Perieg., Graeciae descriptio Book 6, chapter 18, section 6, line 9
Σωτάδης δὲ ἐπὶ δολίχου νίκαις ὀλυμπιάδι μὲν ἐνάτῃ καὶ ἐνενηκοστῇ Κρής, καθάπερ γε καὶ ἦν, ἀνερρήθη, <τῇ> ἐπὶ ταύτῃ δὲ λαβὼν χρήματα παρὰ τοῦ Ἐφεσίων κοινοῦ Ἐφεσίοις ἐσεποίησεν αὑτόν· καὶ αὐτὸν ἐπὶ τῷ ἔργῳ φυγῇ ζημιοῦσιν οἱ Κρῆτες.

Pausanias Perieg., Graeciae descriptio Book 6, chapter 18, section 6, line 9
Σωτάδης δὲ ἐπὶ δολίχου νίκαις ὀλυμπιάδι μὲν ἐνάτῃ καὶ ἐνενηκοστῇ Κρής, καθάπερ γε καὶ ἦν, ἀνερρήθη, <τῇ> ἐπὶ ταύτῃ δὲ λαβὼν χρήματα παρὰ τοῦ Ἐφεσίων κοινοῦ Ἐφεσίοις ἐσεποίησεν αὑτόν· καὶ αὐτὸν ἐπὶ τῷ ἔργῳ φυγῇ ζημιοῦσιν οἱ Κρῆτες.

Appianus Hist., Bellum civile Book 4, chapter 16, section 125, line 7
ἦν δὲ ἑκατέρωθεν παρακέλευσίς τε πάντων ἐς ἀλλήλους καὶ φρόνημα ἐπὶ τῷ ἔργῳ μέγα καὶ θρασύτης ὑπὲρ λόγον ἀναγκαῖον, τοῖς μὲν ὑπὸ δέους λιμοῦ, τοῖς δὲ ὑπὸ αἰδοῦς δικαίας, βιασαμένοις τὸν στρατηγὸν ἀναβαλλόμενον ἔτι, μὴ χείροσιν ὧν ὑπέσχοντο ὀφθῆναι μηδὲ ἀσθενεστέροις ὧν ἐθρασύνοντο, μηδὲ προπετείας ὑπευθύνοις μᾶλλον ἢ ἀξιεπαίνοις εὐβουλίας.

Nicolaus Hist., Fragmenta Fragment 55, line 12
Οἱ δὲ Ἰωλκοὶ ἐπὶ τῷ ἔργῳ ἤχθηραν Μήδειάν τε καὶ Ἰάσονα, καὶ τοὺς μὲν φυγῇ ἐζημίωσαν· οἱ δ' εἰς Κόρινθον ἀπεχώρησαν· ταῖς δὲ παισὶ συνέγνωσαν ὑπὸ ἀκακίας ἐξαπατηθείσαις· θανάτου γὰρ ῥυόμεναι τὸν πατέρα ἐκ γήρως, ἄκουσαι ἀπέκτειναν.

Posidonius Phil., Fragmenta Fragment 338b, line 33
τούτων ξυμπάντων οἱ μὲν λαμπροὶ ἀργῆτες, ὅσοι δὲ καταιθαλώσαντες τὰ πελάσαντά σφισιν ἐπαύσαντο, οὗτοι δὲ ψολόεντες ἐπὶ τῷ ἔργῳ ἐκλήθησαν.

Philostratus Major Soph., Imagines Book 2, chapter 5, section 1, line 11
ἢ οὐκ ἐπῆρται καὶ φρονεῖ ἐπὶ τῇ νίκῃ καὶ ξυνίησιν, ὡς ἔσοιτο ἀοίδιμος ἐπὶ τῷ ἔργῳ καὶ ἐν κιθάρᾳ καὶ ἐν αὐλῷ καὶ ἔνθα Ἕλληνες;
« Last Edit: 27 Jun, 2012, 18:35:20 by spiros »


 

Search Tools