τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα -> turn half of my property into silver

spiros

  • Administrator
  • Hero Member
  • *****
    • Posts: 820903
    • Gender:Male
  • point d’amour
τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα -> turn half of my property into silver
HERODOTUS, The Persian Wars, 6.86a5.2

σφι Λευτυχίδης τάδε. “Ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεσθε αὐτοί· καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια, καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων· ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη γενέσθαι περὶ παρακαταθήκης, βούλομαι ὑμῖν εἶπαι. λέγομεν ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπ᾿ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα· τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα, καὶ δὴ καὶ ἀκούειν ἄριστα δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον οἴκεον. συνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν. ἄνδρα Μιλήσιον ἀπικόμενον ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους προϊσχόμενον τοιάδε. ‘Εἰμὶ μὲν Μιλήσιος, ἥκω δὲ τῆς σῆς Γλαῦκε βουλόμενος δικαιοσύνης ἀπολαῦσαι. ὡς γὰρ δὴ ἀνὰ πᾶσαν μὲν τὴν ἀλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς δικαιοσύνης ἦν λόγος πολλός, ἐμεωυτῷ λόγους ἐδίδουν καὶ ὅτι ἐπικίνδυνος ἐστὶ αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννησος ἀσφαλέως ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας. ταῦτά τε ὦν ἐπιλεγομένῳ καὶ βουλευομένῳ ἔδοξέ μοι τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα θέσθαι παρὰ σέ, εὖ ἐξεπισταμένῳ ὥς μοι κείμενα ἔσται παρὰ σοὶ σόα. σὺ δή μοι καὶ τὰ χρήματα δέξαι καὶ τάδε τὰ σύμβολα σῶζε λαβών· ὃς δ᾿ ἂν ἔχων ταῦτα ἀπαιτέῃ, τούτῳ ἀποδοῦναι.’ ὁ μὲν δὴ ἀπὸ Μιλήτου ἥκων ξεῖνος τοσαῦτα ἔλεξε, Γλαῦκος δὲ ἐδέξατο τὴν παρακαταθήκην ἐπὶ τῷ εἰρημένῳ λόγῳ. χρόνου δὲ πολλοῦ διελθόντος ἦλθον ἐς Σπάρτην τούτου τοῦ παραθεμένου τὰ χρήματα οἱ παῖδες, ἐλθόντες δὲ


them: “Men of Athens, do whichever thing you desire; if you restore, you do righteously, if you restore not you do contrariwise; yet hear from me the story of what befel at Sparta in the matter of a trust. It is told by us Spartans that three generations agone there was at Lacedaemon one Glaucus, son of Epicydes. This man (so the story goes) added to his other excellences a reputation for justice above all men who at that time dwelt in Lacedaemon. But in the fitting time this, as it is told, befel him:—There came to Sparta a certain man of Miletus, desiring to hold converse with Glaucus, and making him this proffer: ‘I am,’ he said, ‘of Miletus, and hither am I come, Glaucus! to reap advantage from your justice. For seeing that all about Hellas and Ionia too there was much talk of your justice, I bethought me in myself that Ionia is ever a land of dangers and Peloponnesus securely stablished, and in Ionia nowhere are the same men seen continuing in possession of wealth. Considering and taking counsel concerning these matters, I resolved to turn the half of my substance into silver and give it into your charge, being well assured that it will lie safe for me in your keeping. Do you then receive the sum, and take and keep these tokens; and restore the money to him that comes with the like tokens and demands it back.’ Thus spoke the stranger who had come from Miletus, and Glaucus received the trust according to the agreement. When a long time had passed, there came to Sparta the sons of the man who had given the money in trust; they


HERODOTUS, The Persian Wars | Loeb Classical Library

Considering and taking counsel concerning these matters, I resolved to turn half of my property into silver and deposit it with you, being well assured that it will lie safe for me in your keeping.
https://www.teses.usp.br/teses/disponiveis/8/8143/tde-12042021-174449/publico/2020_CaioBorgesAguidaGeraldes_VCorr.pdf
« Last Edit: 22 Apr, 2021, 14:40:35 by billberg23 »


 

Search Tools